Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.124 Joseph. AJ 7.128 (English) >>Joseph. AJ 7.131

7.126καὶ πρὸς ὀλίγον ἀντισχόντων αὐτῶν καρτερῶς πολλοὺς μὲν αὐτῶν ἀπέκτεινεν Ἰώαβος, ἅπαντας δʼ ἠνάγκασεν εἰς φυγὴν τραπῆναι. τοῦτο ἰδόντες οἱ Ἀμμανῖται καὶ δείσαντες τὸν Ἀβεσσαῖον καὶ τὴν μετʼ αὐτοῦ στρατιὰν οὐκ ἔμειναν, ἀλλὰ μιμησάμενοι τοὺς συμμάχους εἰς τὴν πόλιν ἔφυγον. κρατήσας οὖν τῶν πολεμίων Ἰώαβος εἰς Ἱεροσόλυμα πρὸς τὸν βασιλέα λαμπρῶς ὑπέστρεψε. 7.127

Τοῦτο τὸ πταῖσμα τοὺς Ἀμμανίτας οὐκ ἔπεισεν ἠρεμεῖν οὐδὲ μαθόντας τοὺς κρείττονας ἡσυχίαν ἄγειν, ἀλλὰ πέμψαντες πρὸς Χαλαμὰν τὸν τῶν πέραν Εὐφράτου Σύρων βασιλέα μισθοῦνται τοῦτον ἐπὶ συμμαχίᾳ, ἔχοντα μὲν ἀρχιστράτηγον Σέβεκον, πεζῶν δὲ μυριάδας ὀκτὼ καὶ ἱππέων μυρίους. 7.128γνοὺς δʼ τῶν Ἑβραίων βασιλεὺς πάλιν ἐπʼ αὐτὸν τοὺς Ἀμμανίτας τοσαύτην δύναμιν συνηθροικότας οὐκέτι διὰ στρατηγῶν αὐτοῖς πολεμεῖν ἔκρινεν, ἀλλʼ αὐτὸς σὺν ἁπάσῃ τῇ δυνάμει διαβὰς τὸν Ἰόρδανον ποταμὸν καὶ ὑπαντήσας αὐτοῖς συνάψας εἰς μάχην ἐνίκησε· καὶ ἀναιρεῖ μὲν αὐτῶν πεζῶν μὲν εἰς τέσσαρας μυριάδας ἱππέων δὲ εἰς ἑπτακισχιλίους, ἔτρωσε δὲ καὶ τὸν στρατηγὸν τοῦ Χαλαμᾶ Σέβεκον, ὃς ἐκ τῆς πληγῆς ἀπέθανεν. 7.129οἱ δὲ Μεσοποταμῖται τοιούτου γενομένου τοῦ τέλους τῆς μάχης αὑτοὺς Δαυίδῃ παρέδοσαν καὶ δῶρα ἔπεμψαν αὐτῷ. καὶ μὲν ὥρᾳ χειμῶνος ἀνέστρεψεν εἰς Ἱεροσόλυμα, ἀρχομένου δὲ τοῦ ἔαρος ἔπεμψε τὸν ἀρχιστράτηγον Ἰώαβον πολεμήσοντα τοῖς Ἀμμανίταις. δὲ τήν τε γῆν αὐτῶν ἅπασαν ἐπερχόμενος διέφθειρε καὶ αὐτοὺς εἰς τὴν μητρόπολιν συγκλείσας Ἀραβαθὰ ἐπολιόρκει.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.124 Joseph. AJ 7.128 (English) >>Joseph. AJ 7.131

Powered by PhiloLogic